巴门尼德的序诗
πποι, ταί με φέρουσιν, ὅσον τ᾿ ἐπὶ θυμὸς ἱκάνοι πέμπον, ἐπεί μ᾿ ἐς ὁδὸν βῆσαν πολύφημον ἄγουσαι δαίμονος, ἣ κατὰ πάντ᾿ ἄ<ν>τη<ν> φέρει εἰδότα φῶτα · τῇ φερόμην, τῇ γάρ με πολύφραστοι φέρον ἵπποι ἅρμα τιταίνουσαι, κοῦραι δ᾿ ὁδὸν ἡγεμόνευον. ἄξων δ᾿ ἐν χνοίῃσιν ἵ<ει> σύριγγος ἀυτὴν αἰθόμενος, δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν κύκλοις ἀμφοτέρωθεν, ὅτε σπερχοίατο πέμπειν ἡλιάδες κοῦραι προλιποῦσαι δώματα νυκτὸς ἐς φάος, ὠσάμεναι κράτων ἄπο χερσὶ καλύπτρας. ἔνθα πύλαι νυκτός τε καὶ ἤματός εἰσι κελεύθων, καί σφας ὑπέρθυρον ἀμφὶς ἔχει καὶ λάινος οὐδός, αὐταὶ δ᾿ αἰθέριαι πλῆνται μεγάλοισι θυρέτροις· τῶν δὲ δίκη πολύποινος ἔχει κληῖδας ἀμοιβούς. τὴν δὴ παρφάμεναι κοῦραι μαλακοῖσι λόγοισι πεῖσαν ἐπιφραδέως, ὥς σφιν βαλανωτὸν ὀχῆα ἀπτερέως ὤσειε πυλέων ἄπο · ταὶ δὲ θυρέτρων χάσμ᾿ ἀχανὲς ποίησαν ἀναπτάμεναι πολυχάλκους ἄξονας ἐν σύριγξιν ἀμοιβαδὸν εἰλίξασαι γόμφοις καὶ περόνῃσιν ἀρηρότε · τῇ ῥα δι᾿ αὐτέων ἰθὺς ἔχον κοῦραι κατ᾿ ἀμαξιτὸν ἅρμα καὶ ἵππους. καί με θεὰ πρόφρων ὑπεδέξατο, χεῖρα δὲ χειρὶ δεξιτερὴν ἕλεν, ὧδε δ᾿ ἔπος φάτο καί με προσηύδα · ὦ κοῦρ᾿ ἀθανάτῃσι συνήορος ἡνιόχοισιν ἵπποις θ᾿, αἵ σε φέρουσιν, ἱκάνων ἡμέτερον δῶ χαῖρ᾿, ἐπεὶ οὔ τί σε μοῖρα κακὴ προὔπεμπε νέεσθαι τήνδ᾿ ὁδόν, ἦ γὰρ ἀπ᾿ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν, ἀλλὰ θέμις τε δίκη τε · χρεὼ δέ σε πάντα πυθέσθαι, γόμφοις καὶ περόνῃσιν ἀρηρότε · τῇ ῥα δι᾿ αὐτέων ἰθὺς ἔχον κοῦραι κατ᾿ ἀμαξιτὸν ἅρμα καὶ ἵππους. καί με θεὰ πρόφρων ὑπεδέξατο, χεῖρα δὲ χειρὶ δεξιτερὴν ἕλεν, ὧδε δ᾿ ἔπος φάτο καί με προσηύδα · ὦ κοῦρ᾿ ἀθανάτῃσι συνήορος ἡνιόχοισιν ἵπποις θ᾿, αἵ σε φέρουσιν, ἱκάνων ἡμέτερον δῶ χαῖρ᾿, ἐπεὶ οὔ τί σε μοῖρα κακὴ προὔπεμπε νέεσθαι τήνδ᾿ ὁδόν, ἦ γὰρ ἀπ᾿ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν, ἀλλὰ θέμις τε δίκη τε · χρεὼ δέ σε πάντα πυθέσθαι, ἠμὲν ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ ἠδὲ βροτῶν δόξας, τῇς οὐκ ἔνι πίστις ἀληθής. ἀλλ᾿ ἔμπης καὶ ταῦτα μαθήσεαι ὡς τὰ δοκεῦντα χρῆν δοκίμως εἶναι διὰ παντὸς πάντα περῶντα.
作为incantation的例子